Ψαλμός 141 - Psalm 141 - المزمورالمئة والحادي والأربعون

 

Προφήτης Δαβίδ

ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, 

بصوتي إلى الرب صرخت


φωνῇ μου πρὸς Κύριον ἐδεήθην. 

 بصوتي إلى الرب تضرعت


ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου,

أسكب أمام [الربّ] طلبتي 


τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. 

وأبثّ لديه ضيقي


ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, 

عند فناء روحي منيّ


καὶ σὺ ἔγνως τὰς τρίβους μου·

أنت تعرف سُبُلي


ἐν ὁδῷ ταύτῃ,

في هذا الطريق 


ᾗ ἐπορευόμην,

الذي أسلك فيه


ἔκρυψαν παγίδα μοι.

 أخفوا ليّ فخاً


κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, 

نظرت إلى اليمين ورأيت


καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με·

 فلم يكن من يعرفني


ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, 

قد ضاع المهرب مني


καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. 

ليس من يطلب نفسي


ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, 

فصرختُ إليك يا رب وقلتُ أنت هو رجائي


μερίς μου εἶ ἐν γῇ ζώντων.

 وقسمي في أرض الأحياء


πρόσχες πρὸς τὴν δέησίν μου, 

أنصتْ إلى طلبتي


ὅτι ἐταπεινώθην σφόδρα· 

 فإني قد تذلّلتُ جداً


ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, 

أنقذني من مضطهديّ


ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

 لأنهم قد قووا عليّ


ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου

اخرج من الحبس نفسي


τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου·

 لكي اشكر أسمك


ἐμὲ ὑπομενοῦσι δίκαιοι,

ايّاي ينتظر الصدّيقون


ἕως οὗ ἀνταποδῷς μοι.

 حتى تجازيني


Comments

Popular posts from this blog

Όσοι εις Χριστόν εβαπτίσθητε - All you that in Christ have been Baptized - انتم الذين بالمسيح اعتمدتم (Greek/Arabic/English)

Χαιρετισμοί της Υπεραγίας Θεοτόκου(ΣΤΑΣΙΣ Β'') - خدمة مديح السيدة العذراء (البيت الثاني)

Ἁγνὴ Παρθένε - O Virgin Pure - عذراءُ يا أم الإله - Kabarnos